• « Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν Σπηλαίω έρχεται, αποτεκείν απορρήτως, Χόρευε η οικουμένη ακουτισθείσα, δόξασον μετά Αγγέλων και των Ποιμένων, βουληθέντα εποφθήναι, Παιδίον νέον, τον προ αιώνων Θεόν »

Ευαγγέλιο Κυριακής Λουκά ΙΔ (ιη 35-43).

Ἐκ τοῦ κατὰ Λουκᾶν.

 

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο, τί εἴη τοῦτο. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾽Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε, λέγων΄ ᾽Ιησοῦ, υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν΄ Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾽Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, λέγων΄ Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ᾽Ανάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν΄ καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.

Απόδοση στη νεοελληνική:

 

Τον καιρό εκείνο, καθὼς ἐπλησίαζε ὁ Ἰησοῦς εἰς τὴν Ἱεριχώ, ἕνας τυφλὸς ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητιάνευε. Ὅταν ἄκουσε νὰ περνᾷ πολὺς κόσμος, ἐρώτησε τί συμβαίνει. Τοῦ εἶπαν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος διαβαίνει.

 

Τότε ἐφώναξε, «Ἰησοῦ, υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με». Ἐκεῖνοι ποὺ προηγοῦντο, τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλὰ αὐτὸς ἐφώναζε πολὺ περισσότερον, «Υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».

 

Ὁ Ἰησοῦς ἐσταμάτησε καὶ διέταξε νὰ τοῦ τὸν φέρουν. Ὅταν αὐτὸς ἐπλησίασε, τὸν ἐρώτησε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ἐκεῖνος δὲ εἶπε, «Κύριε, θέλω νὰ ξαναϊδῶ».

 

Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ξανάβλεψε· ἡ πίστις σου σὲ ἔσωσε». Καὶ ἀμέσως ἀπέκτησε τὸ φῶς του καὶ τὸν ἀκολουθοῦσε δοξάζων τὸν Θεόν. Καὶ ὅλος ὁ λαός, ὅταν τὸν εἶδε, ἐδόξασε τὸν Θεόν.
 

Επιστροφή