Τὸ ΣΤ΄ Ἑωθινόν Εὐαγγέλιον.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ’
Δεικνύων ότι άνθρωπος, Σώτερ εί κατ’ ουσίαν, εν μέσω στάς εδίδασκες, αναστάς εκ τού τάφου, καί βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, ευθύς δέ πρός ουράνιον, ανελήφθης Πατέρα, καί Μαθηταίς, πέμπειν τόν Παράκλητον επηγγείλω, Υπέρθεε Θεάνθρωπε, δόξα τή σή Εγέρσει.

Θεοτοκίον
Ο Ποιητής τής κτίσεως καί Θεός τών απάντων, σάρκα βροτείαν έλαβεν, εξ αχράντων αιμάτων, σού παναγία Παρθένε καί γάρ φθαρείσαν πάσαν, τήν φύσιν εκαινούργησε, πάλιν ώς πρό τού τόκου, καταλιπών, μετά τόκον, όθεν πιστώς σε πάντες, ανευφημούμεν κράζοντες, Χαίρε Δέσποινα κόσμου.

ΕΩΘΙΝΟΝ ΣΤ’
Ήχος πλ. β’

Η όντως ειρήνη σύ Χριστέ, πρός ανθρώπους Θεού, ειρήνην τήν σήν διδούς, μετά τήν Έγερσιν Μαθηταίς, εμφόβους έδειξας αυτούς, δόξαντας πνεύμα οράν, αλλά κατέστειλας τόν τάραχον αυτών τής ψυχής, δείξας τάς χείρας καί τούς πόδας σου, πλήν απιστούντων έτι, τή τής τροφής μεταλήψει, καί διδαχών αναμνήσει, διήνοιξας αυτών τόν νούν, τού συνιέναι τάς Γραφάς, οίς καί τήν Πατρικήν επαγγελίαν καθυποσχόμενος, καί ευλογήσας αυτούς, διέστης πρός ουρανόν. Δίο σύν αυτοίς προσκυνούμέν σε, Κύριε δόξα σοι.


Ἐκ τοῦ κατά Λουκᾶν
Κεφ. 24:36-53

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ ᾿Ιησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν, καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. ᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν, ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντὸς ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here