Ἀντίφωνον ΙΕ’
Ἦχος πλ. β’

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. (ἐκ γ’).

Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς.

Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.

Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.

Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας.

Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου.

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. (ἐκ γ’).

Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here