Μικρός Παρακλητικός Κανών.

Ποίημα Θεοστηρίκτου μοναχοῦ
(οἱ δέ· Θεοφάνους)

῾Ο ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
῾Ο ἀναγνώστης· ᾿Αμήν.

 
῾Ο ἱερεύς·
Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
῾Ο ἀναγνώστης· ᾿Αμήν.

 
῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Α­μήν.

 
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθε νείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέ η σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

 
Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέ λημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφί εμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡ μᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ο ἱερεύς·
῞Οτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης· ᾿Αμήν. Κύριε, ἐλέησον (ιβ΄). Δόξα… Καὶ νῦν…

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χρι στῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


 
Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσά κου­σόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐτα πείνωσεν εἰς γῆν τὴν ζωήν μου.
᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐτα ρά χθη ἡ καρδία μου.
᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ σι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμε λέ των.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκ­κον.
᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζή σεις με.
᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξο λο θρεύ σεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.


Οἱ ψάλται·
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (τετράκις)

Εἶτα τὰ τροπάρια.
῏Ηχος δ΄.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁ μαρ τωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δού λους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτή μεθα.

 
Δόξα, τὸ αὐτό.
Καὶ νῦν, τὸ ἐξῆς.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐ στασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ λευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δού λους σῴζεις ἀεὶ ἐκ παντοίων δει νῶν.

 
Ψαλμὸς ν΄ (50)
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά λει­ψον τὸ ἀνόμημά μου.
᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρ τία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρ τίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυ νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀ γαλ λιάσονται ὀστέα τεταπεινωμένα.
᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ τιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω τη ρί ας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δι­και ο σύ νην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο καυ τώ ματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουδενώσει.
᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη ᾿Ιερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό σχους.


 
῾Ο κανών
᾿ῼδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Ο εἱρμός.
«῾Υγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰ γυπτίαν μοχθηρίαν διαφυγών, ὁ ᾿Ισραηλίτης ἀνε­βόα· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ κα τα φεύγω σωτηρίαν ἐπιζητῶν. ῏Ω μῆτερ τοῦ Λόγου καὶ παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυ μίας ἐμπιπλῶσαί μου τὴν ψυχήν· εἰρήνευσον, κόρη, τῇ γαλήνῃ, τῇ τοῦ υἱοῦ καὶ Θεοῦ σου, πανάμωμε.

 
Δόξα Πατρί…
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, παρ θέ νε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσ φεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διά νοι αν.

 
Καὶ νῦν καὶ ἀεί…
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη θε ομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στή ριγμα, μόνε φιλάνθρωπε».

Τροπάρια.
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην ζωῆς ἐμῆς τίθημι, σὲ θεογεννῆτορ παρθένε· σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

 
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
῾Ικετεύω παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου· σὺ γὰρ θε όνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

 
Δόξα Πατρί…
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυ ήσασα, θεομακάριστε.

 
Καὶ νῦν καὶ ἀεί…
Χαλεπαῖς ἀρρωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξε ταζομένῳ παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ σε γινώσκω, θησαυρὸν πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θε οτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

 
᾿Επίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεότοκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ ἱερεύς τῶν δι᾿ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς ψάλλομεν τὸ «Κύριε, ἐλέησον» ιβ΄.
Μετὰ δὲ τὴν ἐκφώνησιν τὸ ἑπόμενον κάθισμα.

῏Ηχος β΄.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐ λέ ους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βο ῶ μέν σοι· Θεοτόκε δέσποινα, πρόφθασον, καὶ ἐκ κιν δύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προ στα τεύ ου σα.

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυ στήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα».

 
Τροπάρια.
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον τῶν ἐμῶν πταισμάτων, θεονύμφευτε.

 
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα καὶ σωτῆρα πάντων τῶν ὑμνούντων σε.

 
Δόξα Πατρί…
᾿Απολαύοντες πάναγνε, τῶν σῶν δωρημάτων εὐ χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώ­σκον τές σε θεομήτορα.



Καὶ νῦν καὶ ἀεί…
Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖ χος ἀκράδαντον, κεκτημένοι σε, πανύμνητε, δυσ­χε ρείας πάσης ἐκλυτρούμεθα.

᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.
«Φώτισον ἡμᾶς τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν φιλάνθρωπε».

 
Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῎Εμπλησον ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐ­φροσύνης ἡ γεννήσασα τὸν αἴτιον.

 
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων, Θεοτόκε ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

 
Δόξα Πατρί…
Λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων μου, θεό νυμ φε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τε κοῦ σα τὸ θεῖον καὶ προαιώνιον.

 
Καὶ νῦν καὶ ἀεί…
῎Ιασαι ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπι σκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ αὐτῷ ἀπαγ γελῶ μου τὰς θλίψεις· ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς ᾿Ιωνᾶς· ᾿Εκ φθορᾶς ὁ Θεός με ἀνά­γαγε».

 
Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὃς ἔσωσεν, ἑαυτὸν ἐκ δεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν παρθένε δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι καὶ φρουρὰν ἀσφαλεστάτην παρθένε, τῶν πειρασμῶν δια­λύ ου σαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός· ᾿Εκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

 
Δόξα Πατρί…
῾Ως τεῖχος καταφυγῆς κεκτήμεθα καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. ῏Ω δέσ ποι να καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διά σω σον.

 
Καὶ νῦν καὶ ἀεί…
᾿Εν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ᾿ ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνά στησον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεο τό κε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

 
῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

῾Ο ἱερεὺς μνημονεύει τὰ ὀνόματα τῶν τελούντων τὴν παράκλησιν.
Μετὰ δὲ τὴν ἐκφώνησιν·

Κοντάκιον. ῏Ηχος β΄.
Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, με σι τεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυ γα ζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

 
Καὶ εὐθὺς τὸ προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. ῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

ΕΥΑΓΓΕΛΙΟΝ
᾿Εκ τοῦ κατὰ Λουκᾶν
(α΄ 39-49 καὶ 56)

 
᾿Εν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύ ματος ἁγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλ λιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐ-πὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. ῏Ηχος β΄.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξά λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξά λει ψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 
῏Ηχος πλ. β΄. ῞Ολην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ προστασίᾳ, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχων πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Οὐδεὶς προστρέχων ἐπὶ σοὶ κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ παρθένε Θεοτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθε νούντων ὑπάρχουσα, Θεοτόκε παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.


 
Εἶτα ὁ ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρ θοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποί νης ἡ μῶν Θεοτόκου καὶ ἀειπαρ θένου Μαρίας· δυνά μει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκε σί αις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάν­νου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέ ρων ἡμῶν καὶ οἰκου­μενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ ᾿Ιωάννου τοῦ χρυσοστόμου· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύ ρων τῆς Λυκίας τοῦ θαυματουργοῦ· τῶν ἁγί ων ἐν δόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· τοῦ ἁγίου(τῆς ἡμέρας) καὶ πάντων σου τῶν ἁγίων. ῾Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁ μαρ τωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησον» ιβ΄. Καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν.

᾿Ελέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.

Καὶ αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος.

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.
«Οἱ ἐκ τῆς ᾿Ιουδαίας καταντήσαντες παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλό γα τῆς καμίνου κατεπάτησαν ψάλλοντες· ῾Ο τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ».

 
Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας σῶτερ, οἰκο νομήσασθαι, ἐν μήτρᾳ τῆς παρθένου κατῴ­κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

 
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

 
Δόξα Πατρί…
Θησαυρὸν σωτηρίας καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας καὶ θύραν με τανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν πα τέ ρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

 
Καὶ νῦν καὶ ἀεί…
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀρρωστίας θεο γεννήτρια, τῶν πόθῳ προσιόντων τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.
«Τὸν βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 
Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρί δῃς παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε κόρη εἰς αἰῶνας.

 
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄ­φραστόν σου τόκον.

 
Δόξα Πατρί…
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρ κὸς τὰς ὀδύνας παρθένε, ἵνα σε δοξάζω τὴν κε χαριτωμένην.

 
Καὶ νῦν καὶ ἀεί…
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.
«Κυρίως Θεοτόκον σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι παρθένε ἁγνή, σὺν ἀσω μά τοις χο ρεί αις σὲ μεγαλύνοντες».

 
Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾Ροήν μου τῶν δακρύων μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρη κό­τα παρθένε Χριστὸν κυήσασα.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν πλήρωσον παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρ­τίας τὴν λύπην ἐξαφανίσασα.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λιμὴν καὶ προστασία τῶν σοὶ προσφευγόντων, γενοῦ παρθένε, καὶ τεῖχος ἀκράδαντον, κα­ταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.

Δόξα Πατρί.
Φωτός σου ταῖς ἀκτῖσι λάμπρυνον παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσε βῶς Θεο τόκον σὲ καταγγέλλοντας.

 
Καὶ νῦν καὶ ἀεί…
Κακώσεως ἐν τόπῳ τῷ τῆς ἀσθενείας, τα πει νω θέν τα παρθένε θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶ σιν μετασκευάζουσα.

Καὶ εὐθὺς τὰ μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θε ο τόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

 
Τὴν τιμιωτέραν τῶν χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θε ὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγα λύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.

᾿Απὸ τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶ μα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ κατα­φεύγω, τὴν κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βο ήθησον.

Δέσποινα καὶ μῆτερ τοῦ λυτρωτοῦ, δέξαι πα ρα κλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα· ὧ δέσποινα τοῦ κόσμου, γε νοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδὴν νῦν τῇ παν υ μνήτῳ Θεοτόκῳ χαρμονικῶς· μετὰ τοῦ προ­δρό μου καὶ πάντων τῶν ἁγίων, δυσώπει Θεοτόκε, τοῦ οἰκτιρῆσαι ἡμᾶς.

῎Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσ κυ νούντων τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστο­ρη θεῖσαν ὑπὸ τοῦ ἀποστόλου Λουκᾶ ἱερωτάτου, τὴν ὁδηγήτριαν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, πρόδρομε Κυ ρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο ἀναγνώστης·
῞Αγιος ὁ Θεός, ῞Αγιος ᾿Ισχυρός, ῞Αγιος ᾿Αθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

 
Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέ λημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 
῾Ο ἱερεύς·
῞Οτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.

Τροπάρια. ῏Ηχος πλ. β΄.
᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκε­σίαν ὡς δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

 
Δόξα Πατρί.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χει ρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

 
Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡ μῖν, εὐ λο γημένη Θεοτόκε. ᾿Ελπίζοντες εἰς σέ, μὴ ἀ στο χήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περι στά σεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χρι­στιανῶν.

Καὶ μνημονεύσας πάλιν ὁ ἱερεὺς ἐκείνων δι᾿ οὓς ἡ παράκλησις γίνεται ποιεῖ τὴν ἀπόλυσιν.
Μετ᾿ αὐτὴν δὲ ψάλ­λονται τὰ ἑπόμενα τροπάρια.

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Πάντων προστατεύεις, ἀγαθή, τῶν κατα φευ γόν των ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλί ψεσιν ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου· ὅθεν σοι προσπίπτομεν, ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Πάντων θλιβομένων ἡ χαρὰ καὶ ἀδικουμένων προστάτις καὶ πενομένων τροφή, ξένων τε πα­ρά κλησις καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπί σκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις καὶ ὀρφανῶν βοηθός· μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

 
῏Ηχος πλ. δ΄
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 
῏Ηχος β΄
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 
῾Ο ἱερεύς·
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν. 

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here