Aίνοι Θεοφανείων - Φως εκ φωτός - Θανάσης Δασκαλοθανάσης. (Ακούστε τους).

Aίνοι Θεοφανείων ΄΄Φως εκ φωτός έλλαμψε τω κόσμω΄΄Θανάσης Δασκαλοθανάσης.

Μέλος τονισθέν υπό Αθ. Καραμάνη
Ηχογράφηση Νοέμβριος 2015

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ,
Χριστὸς ὁ Θεὸς ἡμῶν,
ὁ ἐπιφανεὶς Θεός,
τοῦτον λαοὶ προσκυνήσωμεν.

Πῶς σε Χριστέ,
δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν;
ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη,
καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται.

Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν,
ὁ πάσης ἐπέκεινα καθαρότητος·
ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι,
καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται·
ἐπίγειον τὸ φαινόμενον,
καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον·
διὰ λουτροῦ σωτηρία,
δι᾽ ὕδατος τὸ Πνεῦμα·
διὰ καταδύσεως,
ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται·
θαυμάσια τὰ ἔργα σου Κύριε δόξα Σοι.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here