Απάνθισμα Εκκλησιαστικών Ύμνων από την Ακολουθία των Αγίων Παθών του Ιησού Χριστού (Όρθρος Μεγάλης Παρασκευής όπου ψάλλεται την Μ.Πέμπτη το βράδυ)

Ἀντίφωνον ς’ Ἠχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας, παραδοῦναι τὸν Κύριον, τὸν πρὸ τῶν αἰώνων Σωτῆρα τοῦ Κόσμου, τὸν ἐκ πέντε ἄρτων, χορτάσαντα πλήθη. Σήμερον ὁ ἄνομος, ἀρνεῖται τὸν Διδάσκαλον, μαθητὴς γενόμενος, Δεσπότην παρέδωκεν, ἀργυρίῳ πέπρακε, τὸν μάννα χορτάσαντα τὸν ἄνθρωπον.

Σήμερον τῷ σταυρῷ προσήλωσαν, Ἰουδαῖοι τὸν Κύριον, τὸν διατεμόντα τὴν θάλασσαν ῥάβδῳ, καὶ διαγαγόντα αὐτοὺς ἐν ἐρήμῳ. Σήμερον τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἐκέντησαν, τοῦ πληγαῖς μαστίξαντος, ὑπὲρ αὐτῶν τὴν Αἴγυπτον, καὶ χολὴν ἐπότισαν, τὸν μάννα, τροφὴν αὐτοῖς ὀμβρήσαντα.

Κύριε ἐπὶ τὸ πάθος τὸ ἑκούσιον παραγενόμενος, ἐβόας τοῖς Μαθηταῖς σου· κἂν μίαν ὥραν οὐκ ἰσχύσατε, ἀγρυπνῆσαι μετ΄ ἐμοῦ, πῶς ἐπηγγείλασθε ἀποθνῄσκειν δι’ ἐμὲ; κὰν τὸν Ἰούδαν θεάσασθε, πῶς οὐ καθεύδει, ἀλλὰ σπουδάζει προδοῦναί με τοῖς παρανόμοις; ἐγείρεσθε, προσεύξασθε, μὴ τίς με ἀρνήσηται, βλέπων με ἐν τῷ σταυρῷ. Μακρόθυμε δόξα σοι.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Χαῖρε Θεοτόκε ἡ τὸν ἀχώρητον ἐν Οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι’ ἧς ἡμῖν ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Κάθισμα Ἦχος βαρὺς

Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο; μὴ τοῦ χοροῦ σε τῶν Ἀποστόλων ἐχώρισε; μὴ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε; μὴ συνδειπνήσας ἐκείνοις, σὲ τῆς τραπέζης ἀπώσατο; μὴ τῶν ἄλλων νίψας τοὺς πόδας, τοὺς σοὺς ὑπερεῖδεν; ὢ πόσων ἀγαθῶν, ἀμνήμων ἐγένου! καὶ σοῦ μὲν ἡ ἀχάριστος, στηλιτεύεται γνώμη, αὐτοῦ δὲ ἡ ἀνείκαστος, μακροθυμία κηρύττεται, καὶ τὸ μέγα ἔλεος.

Ἀντίφωνον θ’ Ἦχος γ’

Ἔστησαν τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ. Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής, διὰ τοῦτο γρηγορεῖτε. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· σὺ δὲ Κύριε ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Οἱ ἐξ ἐθνῶν ὑμνοῦμέν σε Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεὸν ἡμῶν ἔτεκες, τὸν ἐκ τῆς κατάρας τοὺς ἀνθρώπους, διὰ σοῦ ἐλευθερώσαντα. Κάθισμα Ἦχος πλ. δ’ Ὢ πῶς Ἰούδας ὁ ποτέ σου μαθητής, τὴν προδοσίαν ἐμελέτα κατὰ σοῦ! συνεδείπνησε δολίως, ὁ ἐπίβουλος καὶ ἄδικος, πορευθεὶς εἶπε τοῖς Ἱερεῦσι· Τί μοι παρέχετε, καὶ παραδώσω ὑμῖν ἐκεῖνον, τὸν νόμον λύσαντα, καὶ βεβηλοῦντα τὸ Σάββατον; Μακρόθυμε Κύριε δόξα σοι.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here