Προσευχή του Αγιογράφου.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἡ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου Πατρός, ὁ κατ’ εἰκόνα Σου πλάσας ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν φιλανθρώπως περιβαλόμενος τὴν σάρκα ἐκ τῆς Παναχράντου Σου Μητρὸς καὶ Δεσποίνης ἡμῶν Θεοτόκου, ὁ ὑπὲρ πάντας τοὺς Υἱοὺς τῶν ἀνθρώπων ὡραῖος καὶ ἡ πηγὴ πάσης ὡραιότητος, ἀοράτου τε καί φαινομένης, ὁ καταδεξάμενος ναοὺς ἡμᾶς ποιῆσαι τοῦ Ἁγίου Σου Πνεύματος, ὁ τὴν ὕλην καθαγιάσας τῇ θείᾳ οἰκονομίᾳ Σου, ὁ τὴν χρωματουργικὴν θεολογίαν χαρισάμενος τῇ ἀσπίλῳ νύμφῃ Σου Ἐκκλησίᾳ, πρὸς ἀνάμνησιν μὲν τῆς ἀνερμηνεύτου συγκαταβάσεώς Σου, οἰκοδομὴν δὲ καὶ ἁγιασμὸν τοῦ πιστοῦ λαοῦ Σου. Σοὶ προσπίπτων δέομαί Σου καὶ σὲ παρακαλῶ· ὡς χαρισάμενος καὶ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀναξίῳ δούλῳ Σου, τὸ χάρισμα τῆς εἰκονογραφικῆς διακονίας, κάθαρον ἀπὸ τῆς καρδίας μου πᾶσαν ἁμαρτητικὴν ρυπαρίαν καὶ ἔγγραψον ἀχειροποιήτως ἐν αὐτῇ τὸ πανάγιον θέλημά Σου· ἐνίσχυσόν με ἐν πάσῃ ἀσθενείᾳ τοῦ θελήματος τοῦ νοός μου καὶ φώτισόν με τῇ δυνάμει τοῦ Παναγίου Σου Πνεύματος, ὁδηγῶν τὰς ἀδυνάμους καὶ ἀχρείας χεῖράς μου εἰς θεοφιλῆ περαίωσιν τῆς ἱστορήσεως τῆς ἱερᾶς ταύτης εἰκόνος Σου (ἤ τοῦ ἁγίου…), ὅπως οἱ προσκυνοῦντες καὶ ἀσπαζόμενοι ταύτην εἰς Σέ, τὸ πρωτότυπον κάλλος, ἀνάγωσι τὰς καρδίας καὶ τὸν λογισμὸν αὐτῶν, χαριτούμενοι δὲ καὶ ἁγιαζόμενοι ὁλοτελῶς, ἐν χαρᾷ ἐπιτύχωσι τὸ καθ᾿ ὁμοίωσιν, καὶ δοξάζωσι σὺν πᾶσι τοῖς ἀπ᾿ αἰῶνος εὐαρεστήσασί Σοι Ἁγίοις, Σὲ τὸν σαρκωθέντα Υἱὸν καὶ Λόγον, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ προσκυνητῷ Πνεύματί Σου, τὴν ὁμοούσιον καὶ ἀδιαίρετον καὶ ζωοποιὸν Τριάδα. Ἀμήν.  

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here