Προσευχή του Αγιογράφου έτερη.

«Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀπερίγραπτος ὑπάρχων τῇ φύσει τῆς Θεότητος καὶ διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου ἐπ᾿ ἐσχάτων ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας ἀφράστως σαρκωθεὶς καὶ ἀξιώσας περιγράφεσθαι, Θεὲ τῶν ὅλων, φώτισον, συνέτισον τὴν ψυχήν, τὴν καρδίαν, τὴν διάνοιαν τοῦ δούλου Σου καὶ τὰς χεῖρας αὐτοῦ εὔθυνον πρὸς τὸ ἀμέμπτως καὶ ἀρίστως διαγραφεῖν τὸ εἶδος τῆς ἐμφερείας Σου καὶ τῆς παναχράντου Σου Μητρὸς καὶ πάντων Σου τῶν Ἁγίων, εἰς δόξαν σὴν καὶ εἰς φαιδρότητα καὶ ὡραϊσμὸν τῆς ἁγίας Σου Ἐκκλησίας καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τῶν σχετικῶς αὐτὰς προσκυνούντων καὶ μετ’ εὐλαβείας ἀσπαζομένων καὶ τὴν τιμὴν ἐπὶ τὸ πρωτότυπον ἀναφερόντων. Λύτρωσε δὲ αὐτὸν ἐκ πάσης διαβολικῆς ἐπηρείας, προκόπτοντα ἐν πάσαις ταῖς ἐντολαῖς Σου, πρεσβείαις τῆς Παναχράντου Μητρός Σου καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.» 

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

Please enter your comment!
Please enter your name here